Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.260 Joseph. BJ 6.266 (English) >>Joseph. BJ 6.272

6.263τῶν δὲ καὶ τὴν πρὸς τὸν Καίσαρα αἰδῶ καὶ τὸν ἀπὸ τοῦ κωλύοντος φόβον ἐνίκων οἱ θυμοὶ καὶ τὸ πρὸς Ἰουδαίους μῖσος, καὶ πολεμική τις ὁρμὴ λαβροτέρα· 6.264τοὺς δὲ πολλοὺς ἐνῆγεν ἁρπαγῆς ἐλπίς, δόξαν τε ἔχοντας ὡς τὰ ἔνδον ἅπαντα χρημάτων μεστὰ εἴη, καὶ τὰ πέριξ ὁρῶντας χρυσοῦ πεποιημένα. 6.265φθάνει δέ τις καὶ τῶν εἴσω παρεληλυθότων ἐκπηδήσαντος τοῦ Καίσαρος πρὸς ἐποχὴν τῶν στρατιωτῶν

-- --

πῦρ εἰς τοὺς στροφέας ἐμβαλὼν τῆς πύληςἐν σκότῳ· 6.266τότε γὰρ ἐξαπίνης ἔνδοθεν ἐκφανείσης φλογὸς οἵ τε ἡγεμόνες μετὰ τοῦ Καίσαρος ἀνεχώρουν, καὶ τοὺς ἔξωθεν οὐδεὶς ὑφάπτειν ἐκώλυεν. μὲν οὖν ναὸς οὕτως ἄκοντος Καίσαρος ἐμπίπραται. 6.267

Πολλὰ δʼ ἄν τις ἐπολοφυράμενος ἔργῳ πάντων ὧν ὄψει καὶ ἀκοῇ παρειλήφαμεν θαυμασιωτάτῳ κατασκευῆς τε ἕνεκα καὶ μεγέθους ἔτι τε τῆς καθʼ ἕκαστον πολυτελείας καὶ τῆς περὶ τὰ ἅγια δόξης, μεγίστην λάβοι παραμυθίαν τὴν εἱμαρμένην ἄφυκτον οὖσαν ὥσπερ ἐμψύχοις οὕτω καὶ ἔργοις καὶ τόποις. 6.268θαυμάσαι δʼ ἄν τις ἐν αὐτῇ τῆς περιόδου τὴν ἀκρίβειαν· καὶ μῆνα γοῦν, ὡς ἔφην, καὶ ἡμέραν ἐτήρησεν τὴν αὐτήν, ἐν πρότερον ὑπὸ Βαβυλωνίων ναὸς ἐνεπρήσθη. 6.269καὶ ἀπὸ μὲν τῆς πρώτης αὐτοῦ κτίσεως, ἣν κατεβάλετο Σολομὼν βασιλεύς; μέχρι τῆς νῦν ἀναιρέσεως, γέγονεν ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ ἡγεμονίας, ἔτη συνάγεται χίλια ἑκατὸν τριάκοντα, πρὸς δὲ μῆνες ἑπτὰ καὶ πεντεκαίδεκα ἡμέραι·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.260 Joseph. BJ 6.266 (English) >>Joseph. BJ 6.272

Powered by PhiloLogic